Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 3.10
Not analysed yet
ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάν τε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βράδιον. καὶ οὐ παράδοξον, ὅπου καὶ αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδαμῶς. τούτου δ᾿ οὕτως ἔχοντος <τῶν> ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν, πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἵνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως τὸν ὡροσκόπον.