# Refutatio Omnium Haeresium 30.1-6

Hippolytus, Refutatio Omnium Haeresium, 30.1 to 30.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/30.1

᾿Ιδών οὖν καὶ αὐτὸς ὁ Λόγος καὶ ἡ Ζωή, Ζωή, ὁ Νοῦς κοὶ ἡ ᾿Αλήθεια δεδόξακον τὸν πατέρα τῶν ὅλων έν ὀριθμῷ τελείῳ, δοξάσαι καὶ αὐτὸς ὁ Δόγος μετὰ τῆς Ζωῆς ἠθέλησε τὸν ἑαυτοῦ πατέρα καὶ τὴν μητέρα, τὸν Νοῦν καὶ τὴν Ἁλήθειαν. ἐπεὶ δὲ γεννητὸς ἠν ὀ Νοῦς καὶ ἡ Ἀλήθεια καὶ οὐκ εἶχε τὸ πατρικὸν τέλειοι τὴν ἀγεννησίαν, οὐκέτι τελείῳ ἀριθμῷ ό Δόγος καὶ ὴ Ζωὴ Ζωὴ τὸν ἑαυ τῶν πατέρα τὸν Νοῦν, ἀλλὰ γὰρ ἐν ἀτελεῖ· δώδεκα γὰρ αἰῶνας προσφέρουσιν ό Λόγος καὶ ἠ Ζωὴ τῷ Νοΐ καὶ τῇ Ἁληθέίᾳ. οὑται γὰρ πρῶται κατὰ Οὐαλεντῖνον ῥίζαι τῶν αἰώνων γεγόνασι, Νοῦς καὶ Ἀλήθεια, Δὀγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, δέκα δὲ οἱ τοῦ Νοὸς καὶ τῆς ᾿Εληθείας, δύο καὶ δέκα δὲ οἱ τοῦ Λόγου καὶ τῆς Ζωῆς, εἰκοσι καὶ ὀκτὼ οἱ πάντες. οἶς <δὲ τοὺς δέκα> καλοῦσιν, ὀνόματα ταῦτα· Βύθιος καὶ Μῖξις, Ἀγήρατος καὶ Ἕνωσις, καὶ Ἡδονή, Ακίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία. οὺτοι οἱ δέκα αἰῶνες, οὓς τινὲς μὲν ὑπὸ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας λέγουσι, τινὲς δὲ ὑπὸ τοῦ Λόγου καὶ τῆς Ζωῆς. ἕτεροι δὲ τοὺς δώδεκα ὑπὸ τοῦ Ἀνθρώτου καὶ τῆς Ἐκκληοίας, ἕτεροι δὲ ὑπὸ τοῦ Λόγου Δόγου τῆς Ζωῆς, οἶς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησισστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία. ἐπεὶ δὲ τῶν δεκαδύο ὁ δωδέκατος καὶ νεώτατος πάντων τῶν εἰκοσιοκτὼ αἰώνων, θῆλυς ὢν καὶ καλούμενος Σοφία, κατενόησε τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν γεγεννηκότων αἰώνων καὶ ἀνέδραμεν εἰς τὸ βάθος τὸ τοῦ Πατρὸς καὶ ἐνόησεν, οτι οἱ μὲν ἄλλοι πάντες αἰῶνες γεννητοὶ ὐπάρ- χοντες κατὰ συζυγίαν γεννῶσιν,

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
