Ancient Greek
30.2 to 30.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 30.2-4
Not analysed yet
φέρε γάρ, ὠ Μαρκίων, καθάπερ τὴν ἀντιπαράθεσιν πεποίηκας ἀγαθοῦ καὶ κακοῦ, ἀντιπαραθῶ κἀγὼ σήμερον κατακολουθῶν τοῖς σοῖς, ὡς ὑπο- λαμβάνεις, δόγμασι. δημιουργὸν φῂς εἶναι τοῦ κόσμου πονηρόν· εἶτα οὐκ ἐγκαλύπτῃ τοὺς Ἐμπεδοκλέους λόγους τὴν ἐκκλησίαν κατηχῶν; ἀγαθὸν φης εἶναι θεὸν καταλύοντα τὰ τοῦ δημιουργοῦ ποιήματα· εἶτ᾿ οὐ καταφανῶς τὴν Ἐμπεδοκλέους φιλίαν εὐαγγελίζῃ τοῖς ἀκροωμένοις τὸν ἀγαθόν; κωλύεις γαμεῖν, τεκνοῦν, ἀπέχεσθαι βρωμάτων, ὡν ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιδτοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· τοὺς Ἐμπεδοκλέους λανθάνεις διδάσκων Καθαρμούς. ἑπόμενος γὰρ ὡς Μῶς κατὰ πάντα τούτῳ τὰ βρώματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἴνα μὴ φάγωσι σῶμά τι λείψανον Ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κεκολασμένης· λύεις τοὺς ὑπὸ τοῦ θεοῦ συνηρμοσμένους γάμους τοῖς Ἐμπεδοκλέους ἀκολουθῶν δόμασιν, ἵνα σοι φυλαχθῇ τὸ τῆς φιλίας ἔργον ἓν ἀδιαίρετον. διαιρεῖ γὰρ ὁ γάμος κατὰ Ἐμπεδοκλέα τὸ ὲν καὶ ποιεῖ πολλά, καθὼς ἀπεδείξαμεν.