Ancient Greek · ~2 min
30.3 to 30.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 30.3-4
Not analysed yet
ἤθους τε ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ τῶν νόμων ἐπιγνῶναι. ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἠν παρ᾿ ἀ<υ>τοῖς ἀρχῆθεν, <οὐ> νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους. ἱερουργικὴ δὲ λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως καὶ παραμόνως ἐλειτούργουν. τούτων δέ τινα οἱ Σαδδουκαῖοι ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν.