Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 31
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 31.2
Not analysed yet
κατέφυγον οὖν πάντες οἱ οίσίὼν ἐπὶ δέησιν τοῦ Πατρός, ἴνα λυπουμένην τὴν Σοφίαν ἀναπαύσῃ· ἔκλαιε γὰρ καὶ κατωδύρετο ἐπὶ τῷ γεγεννημένῳ ὑπ’ αύπῆς έκτρώματ· οὕτω γὰρ καλοῦσιν. ἐλεήσας έλεήσας ὁ Πατὴρ τὰ δάκρυα τῆς Σοφίας καὶ προοιμασάμενος τῶν αἰώνων τὴν δέησιν, ἐπιπροβαλεΙν κελεύει· οὐ γὰρ αὐτός, φησί, προέβαλεν, ἀλλὰ ό Νοῦς καὶ ἠ Ἀλήθεια Χριστὸν καὶ Πνεῦμα ἅγιον εἰς μόρφωσιν καὶ διαίρεσιν τοῦ ἐκτρώματος καὶ παραμυθέαν καὶ διανάπαυσιν τῶν τῆς Σοφίας στεναγμῶν.