Ancient Greek · ~3 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 33
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.1-2
Not analysed yet
“Ωσπερ οὖν τῆς ψυχικῆς οὐσίας ἡ πρώτη καὶ μεγίστη δύναμις γέγονεν ***εἰκὼν διάβολος, ὁ ἄρχων τοῦ κόσμου τούτου· τῆς δὲ τῶν δαιμόνων οὐσίας, ἥτις ἐοτὶν ἐκ τῆς ἀπορίας, ὁ Βεελξεβου᾿λ ***ἡ Σοφiα ἄνωθεν ἄπὸ τῆς ὀγδοάδος ένεργοῦσα ἴως τῆς ἑβδομάδος. οὐδἒν οἶδεν, λέγουδιν, ὁ δημιουργὸς ὅλως, ἀλλ᾿ ἔστιν ἄνους καὶ μωρὸς κατ᾿ αὐτοὐς, καὶ τί πράσεις ἢ ἐργάξεται, οὐκ οῖδεν. ἀγνοοῦντι δὲ αὐτῷ, ὅ τι δὴ ποιεῖ, ἡ Σοφία ἐνήργησε πάντα καὶ ἐνίσχυσε, καὶ ἐκείνης ἐνεργούσης αὐτὸς ὤ̣ετο ἀφ᾿ ἑαυτοῦ ποιεῖν τὴν κτίσιν τοῦ κόσμου· ὅθεν ἤρξατο λέγειν· »'ελὼ ὁ θεός, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν«.