Ancient Greek
33.16 to 33.17
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 33.16-17
Not analysed yet
τοῦτον ἄνθρωπον ἴσμεν <ἐκ> τοῦ καθ’ ἡμᾶς φυράματος γεγονέναι· εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον. εἰ γὰρ ἐκεῖνος ὁ ἄνθρωπος ἑτέρας ἐτύγχανεν οὐσίας, τί τὰ ὅμοια κελεύει ἐμοὶ τῷ ἀσ(θενεῖ) πεφυκότι, καὶ πῶς οὗτος ἀγαθὸς καὶ δίκαιος; ἴνα δὲ μὴ ἕτερος παρ᾿ ἡμᾶς νομισθῇ, (καὶ) κάματον ὑπέμεινε καὶ πεινῆν καὶ διψῆν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε καὶ πάθει οὐκ ἀντεῖπε καὶ θανάτῳ ὑπήκουσε καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ’ ἄνθρωπον σεαυτὸν ὁμολογῶν προσδοκᾷς καὶ σύ, ὃ τούτῳ †παρέσχες.