Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 34
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 34.1
Not analysed yet
Ἐπεὶ μὲν οὖν [παρὰ] τῶν παρ’ αὐτοῖς ἀπορρήτων συντόμως τὰς δυνάμεις ἐξεθέμεθα εὔκολόν τε τὴν †μετ᾿ αὐτοῖς κατάγνωσιν ἐδείξαμεν, οὐδὲ τοῦτο σιωπᾶν βουλόμεθα ὄν ἀναγκαῖον, ὡς σφραγῖδας λύοντες ἐσφραγισμένα τὰ γράμματα αὐταῖς ταὶς σφραγῖσιν ἀποδιδόασι· πίσσαν καὶ ῥητίνην καὶ θεῖον, ἔτι δὲ ἄσφαλτον ἴσα τήξαντες κολλυρίων σχήματι πλάσαντες φυλάττουσι· καιρὸς δὲ ὅταν ᾖ λύειν γραμματίδιον, τὴν γλῶσσαν ἐλαίῳ δεύσαντες, εἶτα ἐξ αὐτῆς τὴν σφραγῖδα χρίσαντες, πυρὶ συμμέτρῳ τὸ φάρμακον θερμάναντες ἐπιφέρουσι τῇ σφραγῖδι καὶ μέχρι ἂν παγῇ παντελῶς ἐῶσι, καὶ τούτῳ δίκην σημάντρου χρῶνται.