Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 34
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 34.2-2
Not analysed yet
τίς ὁ ὄντως θεὸς καὶ ἡ τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων μηδὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ᾿ ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ, δι᾿ ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλὴν καὶ Ταρτάρου ζοφεροῦ ὄμμα ἀφώτιστον ὑπὸ λόγου φωνῆς μὴ καταλαμφθὲν καὶ βρασμὸν ἀεννάου λίμνης γεέννης φλογός, καὶ τατραρούχων ἀγγέλων κολαστῶν ὄμμα ἀεὶ μένον ἐν ἀπειλῇ καὶ σκώληκα σώματος †ἀπουσίαν, ἐπιστρεφόμενον ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστροφήν.