Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 35
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 35.6
Not analysed yet
οἱ μὲν ἀπὸ τῆς Ἰταλίας, ὧν ἐστιν Ἡρακλέων καὶ Πτολεμαῖος, ψυχικόν φασι τὸ σῶμα τοῦ Ἰησοῦ γεγονέναι, καὶ διὰ τοῦτο ἐπὶ τοῦ βαπτίσματος τὸ πνεῦμα ὡς περιστερὰ κατελήλυθε, τουτἐστιν ὁ λόγος ό τῆς μητρὸς ἄνωθεν τῆς Σοφίας, καὶ <ἐγ> τῷ ψυχικῶ, καὶ ἐγήγερκεν ἐκ νεκρῶν. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὐμῶν«, ἤτοι ψυχικά. ό χοῦς γὰρ ὑπὸ κατάραν έλήλυθε·