Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 36
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 36.2
Not analysed yet
έδιδάχθη κὰρ ὑπὸ τῆς Σοφίας ό δημιουργός, ὅτι οὐκ ὲ́στιν αὐτὸς θεὸς μόνος, ὡς ἐνόμιζε, καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν, ἀλλ’ ἔγνω διδαχθεὶς ὑπὸ τῆς Σοφίας τὸν κρείττονα· κατηχήθη γὰρ ύπ᾿ αύτῆς καὶ ἐμυήθη καὶ ἐδιδάχθη τὸ μέγα τοῦ Πατρὸς καὶ τῶν αίώνων μυστήριον, καὶ ἐξεῖπεν αὐτὸ οὐόενί· τοῦτ᾿ ἔστιν, ὥς φησιν, ὃ λέγει πρὸς Μωὐσὴν· ἐγὼ ό θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ κοὶ ό θεὸς Ἰακώβ, καὶ τὸ ὄνομα θεοῦ οὐκ ἀπήγγειλα αύτοῖς«, τουτέστι τὸ μυστήριον οὐκ εἰπα, ούδὲ έξηγηαάμην, τίς ἐστιν ό θεός, ἀλλ’ άλλ' ἐθύλαξα παρ᾿ έμαυτῷ ἐν ἀποκρύφῳ τὸ μυστήριον, ὸ̀ ἤκουσα παρὰ τῆς σοφίας —·