# Refutatio Omnium Haeresium 37.4-2-9

Hippolytus, Refutatio Omnium Haeresium, 37.4 to 37.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/37.4-2

γὰρ ἄνδρες ταῦτα ἀκηκοότες <καὶ πλείους δυνατοὶ μὲν> μαθεῖν, δυνατοὶ καὶ βασανίσαντες πάντῃ πάντως κρῖναι γέροντες ἤης, οἵ φασι τὰ μὲν τότε πιστὰ εἶναι δόξαντα νῦν ἄπιστα, τὰ δὲ τότε ἄπιστα, νῦν τοὐναντίον. πρὸς ταῦτα οὐν σκοπῶν εὐλαβοῦ, μή ποτέ σοι μεταμελήσῃ τῶνδε ἀναξίως ἐκπεσόντων. διὰ τοῦτο ἐγὼ περὶ τούτων γέ(γραφα οὐ)δέν, ούδὲ ἔστι Πλάτωνος σύγγραμμα ούδἐν ούδὲ ἔσται πώποτε. τὰ δὲ νῦν λεγόμενα Σωκράτους έοτὶ καλοῦ καὶ νἐου γεγονότος.« τούτοις περιτυχὼν Οὐαλεντῖνος ὑπεστήσατο τὸν πάντων βασιλέα, ὄν ἴφη Πλάτων, οὕτως· Πατέρα καὶ βυθὸν καὶ [πᾶ]Σιγὴν τῶν ὅλων αἰώνων. δεύτερον πέρι τὰ δεύτερα τοῦ Πλάτωνος εἰρηκότος, τὰ δεύτγερα Οὐαλεντῖνος τοὺς ἐντὸς Ὅρου τὸν ὅρον] ὺπέθετο πάντας αἰῶνας, καὶ τρίτον πέρι τὰ τρίτα τὴν ἔξω τοῦ Ὅρου καὶ τοῦ πληρώματος συνέθηκε συνέθκηε πᾶσαν. καὶ δεδήλωκεν αὐτὴν δὶ έλαχίατων Οὐαλεντῖνος έν ψαλμῷ κάτωθεν ἀρξάμενος, οὐχ ὥσπερ ό Πλότων ἄνωθεν, λέγων οὔτως· <αἰ>θέρος πάντα κρεμάμενα πνεύματι βλέπω, πάντα δ’ ὀχούμενα πνεύματι νοῶ· σάρκα μὲν ἐκ ψυχῆς κρεμαμένην, ψυχὴν δὲ άέρος ἔξεχομένην, ἀέρα δἐ ἐξ αἴθρης κρεμάμενον, ἐκ δὲ βυθοῦ καρποὺς φερομένους, ἐκ μήτρας δὲ βρέφος φερόμενον, οὕτως ταῦτα νοῶν· σόρξ ἐστιν ἡ ὕλη καἰ αὐτούς, ἥτις μρέμαται ἐκ τῆς ψυχῆς τοῦ δημιουργοῦ. ψυχὴ δὲ ἀέρος ἐξοχεῖται, έστιν ὁ δημιουργός τοῦ πνεύματος <τοῦ> ἔξω πληρώματος. δὲ αἴθρης έξέχεται, τουτέστιν ὴ ἔξς Σοθία τῆς ἐντὸς Ὅρου καὶ παντὸς πληρώματος. ἐκ δὲ βυθοῦ καρποὶ φέρονται, ἡ ἐκ τοῦ πατρὸς πᾶσα προβολὴ τῶν αἰώνων γενομένη. τὰ μὲν μὲν τῷ Ούαλεντίνῳ δοκοῦντα ἰκανῶς λέλεκται * * σχολῆς σκολῆς προκύψασιν πεῖν, ἄλλου ἄλλως δογματίασντος τὰ δόξαντα αύτοῖς.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
