Ancient Greek · ~6 min
38.1 to 38.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 38.1-2-5
Not analysed yet
Σεκοῦνόος μέν τις κατὰ τὸ αὐτὸ ἄμα τῷ Πτολεμαίῳ γενόμμενος οὕτως λέγει· τετράδσ εἶναι δεξιὰν καὶ τετράδα ἀριστεράν, καὶ φῶς καὶ σκότος· καὶ τὴν ἀποστᾶσαν δὲ καὶ ύστερήσασαν σύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα αἰώνων λέγει γεγενῆσθαι, ἀλλὰ ἀπὸ τῶν καρπῶν αὐτῶν. ἄλλος δέ τις ἐπιφανὴς διδάσκαλος αὐτῶν οὕτως λέγει· ἦν ἡ πρώτη ἀρχὴ ἀνεννόηντος ἄρρητός τε καὶ ἀνονόμαστος, ἥν Μονότητα καλεῖ· ταύτῃ δὲ συνυπάρχειν δύναμιν, ἣν ὀνομάζει Ἑνό(τητ)α. αὕτη ἡ Ἑνότης ἥ τε Μονότης πορήκαντο ἀρχὴν ἐπὶ πάντων νοητὴν ἀγέννητόν τε καὶ άόρατον, ἥν Μονάδα καλεῖ. ταύτῃ τῇ δυνάμει συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἤν καὶ αὐτὴν ὀνομάζει τὸ Ἕν. αὐται αἱ τέσσαρες δυνάμεις προήκαντο τὰς λοιπὰς τῶν αἰώνων προβολάς. ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνόμασιν ἐκάλεσαν· <πρῶτον Προσρχήν, ἔπειτα Ανεννόητον, τὴν δὲ τρίτην Ἄρρητον, καὶ τὴν> τετάρτην Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ Ἀρχήν, ἐκ δὲ τῆς Ἀνεννοήτου δευτέρῳ καὶ ἕχτῳ <τόπῳ> Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ τῆς Ἄοράτου Ἀρρήτου, πλήρωμα τῆς πρώτης ὀγδοάδος· ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς <Σι>γῆς. πολλαὶ δὲ περὶ αὐτοῦ τοῦ Βυθοῦ καὶ διάφοροι γνῶμαι· οἱ μὲν αὐτὸν ἄξυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν Σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι καὶ εἶναι ταύτην πρώτη συζυγίαν. οἱ δὲ περὶ τὸν Πτολεμαῖον δύο δαυξύγους αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, Ἔννοιαν καὶ Θέληαιν· πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, ὥς φασιν, ἐπειτα ήθέλησε.