Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 38
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 38.5
Not analysed yet
ἀλλὰ ἔνσαρκος ἦν. σάρκα, φησίν, δείξας ἀπέδωκε γῇ, ἐξ ἧσπερ ἦν οὐσίας, μηδὲν ἀλλότριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρησάμενος ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν τοῦ σώματος, θερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ ὑγρόν, ξηρῷ τὸ ξηρόν, καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τῶν μαθητῶν τοῖς πιστεύουσι.