Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 4.7
Not analysed yet
καὶ μὴν οὐ μόνον φανεῖται πλείων διελθὼν χρόνος μετὰ τὴν ἀπότεξιν τοῦ παρεδρεύοντος τῇ ὠδινούσῃ κρούσαντος τῷ δίσκῳ, εἶτα μετὰ τὸ κροῦσαι ἀκούσαντος τοῦ ἐπὶ τῆς ἀκρωρείας. <ἀλλὰ> καὶ περισκοποῦντος καὶ καὶ βλέποντος ἐν τίνι τῶν ζῳδίων ἐστὶ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἐν τίνι ἕκαστος, φαίνεται ἀναγκαῖον ἀλλοιότερον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ πόλου κινήσεως ἀλέκτῳ τάχει φερομένης πρὶν τηρητικῶς παραφυλάξασθαι τὴν τοῦ γεννηθέντος ὥραν κατ’ οὐρανὸν βλεπομένην.