Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 40
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 40.1
Not analysed yet
Ἧπαρ δὲ δοκεῖν ἐγγεγραμμένον δεικνύουσι· τῇ μὲν ἀριστερᾷ χειρὶ ἐπιγράφει ὃ βούλεται πρὸς τὴν πύστιν ἀρμοσάμενος ,τὰ δὲ γράμματα κηκῖδι καὶ ὄξει δριμεῖ γράφεται. ἔπειτα ἀνελόμενος τὸ ἡπαρ ἐπαναπαύσας τῇ ἀριστερᾷ ἐγχρονίζει, τὸ δὲ σπᾷ τὸν τύπον καὶ ὡς γεγράφθαι νομίζεται.