Ancient Greek
40.1 to 40.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 40.1-2-2
Not analysed yet
Ὃς καὶ ποτήριον μικρότερον κιρνῶν ἐδίδου γυναικὶ εὐχαριστεῖν, αὐτὸς παρεστὼς καὶ ἕτερον κρατῶν ἐκείνου μεῖζον κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος ἐπέχει εἰς τὸ μεῖζον, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως· ἡ πρὸ τῶν ὅλων ἀνεννόητος καὶ ἄρρητος χάρις πληρώσαι σου τὸν ἴσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. καὶ τοιαῦτά τινα ἐπειπὼν καὶ ἐκστήσας τήν τε ἀπατωμένην καὶ τοὺς παρόντας ὡς θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου ἐκ τοῦ μικρο- τέρου, ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον.