Ancient Greek · ~4 min
41.2 to 41.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 41.2-5
Not analysed yet
οἷς καὶ μετὰ τὸ βάπτισμα ἕτερον ἀπαγγέλλονται, ὃ καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ᾿ ἐλπίδι τῆς ἀπολυτρώσεως, <ὡς> δυναμένους τὸ ἅπαξ βαπτισθῆναι πάλιν τυχεῖν ἀφέσεως· κοὶ διὰ τοῦ τοιούτου πανουργήματος συνέχειν δοκοῦσι τοὺς ἀκροατάς, οὓς ἐπὰν νομίσωσι δεδοκιμάσθαι καὶ δύνασθαι φυλάσσειν αὐτοῖς τὰ πιστά, τότε ἐπὶ τοῦτο ἄγουσι, μηδὲ τούτῳ μόνῳ ἀρκούμενοι, ἀλλὰ καὶ ἕτερόν τι ἐπαγγελλόμενοι πρὸς τὸ συγκρατεῖν αὐτοὺς τῇ ἐλπίδι, ὅπως ἀχώριστοι ὠσι. λέγουσι γάρ τι φωνῇ ἀρρήτῳ, ἐπιτιθέντες χεῖρα τῷ τὴν ἀπολύτρωσιν λαβόντι, ὃ φάσκουσιν ἐξειπεῖν εὐκόλως μὴ δύνασθαι, εἰ μή τις εἴη ὑπερδόκιμος, ἢ ὅτε τελευτᾷ πρὸς τὸ οὖς ἐλθὼν λέγει ὁ ἐπίσκοπος. καὶ τοῦτο δὲ πανούργημα πρὸς τὸ ἀεὶ παραμένειν τοὺς μαθητὰς τῷ ἐπισκόπῳ, γλιχομένους μαθεῖν τὸ τί ποτε εἴη (ροῦρο) τὸ ἐπ᾿ ἐσχάτων λεγόμενον, δἰ οὑ <τῶν> τελείων ἔσται ὁ μανθάνων· ἃ τούτου ἐσιώπησα, μή ποτέ τις κακοηθίζεσθαί με αὐτοὺς νομίσῃ· καὶ γὰρ οὐ τοῦτο ἡμῖν πρόκειται, ἀλλ᾿ ἢ τὸ δεῖξαι, ὅθεν τὰς ἀφορμὰς λαβόντε αὐτοῖς τὰ δόξαντα συνεστήσαντο.