Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 42
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 42.7
Not analysed yet
ἕκαστον γὰρ αὐτῶν μέρος ὄντα τοῦ ὅλου τὸν ἵδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν κοὶ μὴ παύσασθαι ἠχοῦντα μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωττήσαντα καταντήσαι. τότε δὲ <καὶ> τὴν ἀποκατάστασιν ὅλων ἔφρ γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ὲν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ, τῆς τε ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ <φθόγγους> ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον αἰῶνα, καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.