Ancient Greek · ~5 min
43.10 to 43.13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 43.10-13
Not analysed yet
καὶ τὸ μὲν πῦρ ἄρρεν ἐστί, τὸ δὲ πνεῦμα θῆλυ· καὶ πάλιν τὸ ὕδωρ ἄρρεν ἐστίν, ἡ δὲ γῆ θῆλυ. καὶ οὕτως ἀπ᾿ ἀρχῆς συνεβίωσε τὸ πῦρ τῷ πνεύματι, τῇ δὲ γῇ τὸ ὕδωρ. ὥσπερ γὰρ δύναμις τοῦ πνεύματός ἐστι τὸ πῦρ, οὕτως καὶ τῆς γῆς τὸ ὕδωρ. Καὶ αὐτὰ δὲ τὰ στοιχεῖα ψηφιζόμενα καὶ ἀναλυόμενα καθ’ ὑφαίρεσιν ἐννάδων λήγει οἰκείως, ἂ μὲν εἰς τὸν ἀρρενικὸν ἀριθμόν, ἃ δὲ εἰς τὸν θηλυκόν· ὑφαιρεῖται δὲ πάλιν ἡ ἐννὰς διὰ ταύτην τὴν αἰτίαν, διὰ τὸ τὰς τριακοσίας ἑξήκοντα τοῦ ὅλου μοίρας ἐξ ἐννεάδων συνίστασθαι καὶ διὰ τοῦτο τὰ τέτταρα πλινθία τοῦ κόσμου ἐνενήκοντα μοιρῶν περιγεγράφθαι τελείων. προσῳκείωται δὲ τῇ μονάδι τὸ φῶς, τῇ δὲ δυάδι τὸ σκότος, καὶ τῷ μὲν φωτὶ κατὰ φύσιν ἡ ζωή, τῇ δὲ δυάδι ὁ θάνατος, καὶ τῇ μὲν ζωῇ <ἡ> δικαιοσύνη, τῷ δὲ θανάτῳ ἀδικία. διὸ πᾶν γεννώμενον ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς ἀγαθοποιόν ἐστι, τὸ δὲ ἐν τοῖς θηλυκοῖς κακοποιόν ἐστιν, οἶον ψηφίζουσι· μονάς, ἴνα ἀπ’ αὐτῆς ἀρξώμεθα, γίνεται τξα, ἃ λήγει εἰς μονάδα τῆς ἐννεάδος ὑφαιρεθείσης. ὁμοίως ψήφισον· δυὰς γίνεται χε· ὕφελε τὰς ἐννεάδας, λήγει εἰς δυάδα, καὶ ἀποκαθίσταται ἐκαστον εἰς τὸ ἴδιον.