Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 43
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 43.2-2
Not analysed yet
ὧν στοιχείων τοῦ ἐσχάτου στοιχείου τὸ ὕστατον γράμμα φωνὴν προήκατο τὴν ἑαυτοῦ, οὗ ὁ ἦχος ἐξελθὼν #x003E; εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν, ἐξ ὧν τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι, καὶ τὰ πρὸ τούτων γεγενῆσθαι. τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς ἀνα- πλήρωσιν τοῦ ὅλου, μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἐ̓ξω ῥιφέντα.