Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 46
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 46.4
Not analysed yet
καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν, καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρὶς ἐφ’ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοστεσσάρων ἀνέδειξαν ἀριθμόν. τά μέντοι τρία στοιχεῖα, (ἄ) αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ᾿ ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν <αὐ>τοῖς ἀριθμὸν ποιεῖ· ἅπερ τοῦ ἀνονομάστου ὑπάρχειν.