Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 48
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 48.1-2
Not analysed yet
Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ἴνα τῆς αὐτοβουλήτου <βουλῆς> φανερωθῇ ὁ καρπός. τὸν μέντοι ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα καὶ ἔξω μείναντα, ὃς τῇ αὑτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἑαυτοῦ προβολῆς τοῦτον <τὸν> [τὴν ζωὴν] ἑπτὰ δυνάμεων μιμήσει τῆς ἑπιταδυνάμου δυνάμεως ἐψύχωσε κόσμον, καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός.