# Refutatio Omnium Haeresium 48.1-6

Hippolytus, Refutatio Omnium Haeresium, 48.1 to 48.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/48.1

Παρατετάχθαι δὲ φησιν αὐτῷ ἑκατέρωθεν, λέγω δὲ τῷ Ἐν γόνασι, Λύραν καὶ Στέφανον, αὐτὸν δὲ γόνυ κλίνειν καὶ ἐκτετακότα ἀμφοτέρας τὰς χεῖρας οἱονεὶ περὶ ἁμαρτίας ἐξομολογούμενον. εἶναι δὲ τὴν λύραν μουσικὸν ὄργανον ὑπὸ νηπίου ἔτι παντελῶς κατεσκευασμένον τοῦ λόγου· λόγον δὲ εἶναι παρὰ τοῖς Ἕλλησιν ἀκούομεν τὸν Ἑρμῆν. φησὶ δὲ Ἄρατος περὶ τῆς κατασκευῆς τῆς λύρας· τὴν δ᾿ ἀρ᾿ ἔτι καὶ παρὰ λίκνῳ Ερμείης ἐτόρησε, λύρην δ’ εἶπεν καλέεσθαι. ἑπτάχορδός ἐστι, διὰ τῶν ἑπτὰ χορδῶν τῆν πᾶσαν ἁρμονίαν καὶ κατα- σκευὴν ἐμμελῶς ἔχουσαν τοῦ κόσμου <σημαίνουσα> ἐν ἓξ γὰρ ἐγένετο ὁ κόσμος, καὶ τῇ ἑβδόμῃ καταπέπαυται. εἰ οὖν, φησίν, ἐξομολογούμενος ὁ Ἀδὰμ καὶ τὴν κεφαλὴν φυλάσσων τοῦ θηρίου κατὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἐκμιμήσεται τὴν λύραν, τουτέστι κατακολουθήσει τῷ <λόγῳ> τοῦ θεοῦ, τοῦτ᾿ ἔστι πειθόμενος νόμῳ, παρακείμενον αὐτῷ τὸν στέφανον λήψεται. ἐὰν δὲ ἀμελήσῃ, συγκατενεχθήσεται τῷ ὑποκειμένῳ θηρίῳ, καὶ τὸ μέρος ἕξει, φησί, μετὰ τοῦ θηρίου. ἔοικε δὲ ὁ Ἐν γόνασιν ἑκατέρωθεν ἐπιβάλλειν τὰς χεῖρας, καὶ τοῦτο μὲν τῆς Λύρας, τοῦτο δὲ <τοῦ> Στεφάνου ἐφάπτεσθαι, τοῦτο δὲ ἐξομολογεῖσθαι, ὡς ἔστιν ἰδεῖν δι᾿ αὐτοῦ τοῦ σχήματος· ἐπιβουλεύεται δὲ ὁμῶς καὶ ἀποσπᾶται ὁ στέφανος αὐτοῦ ὑπ’ ἄλλου θηρίου, μικροτέρου δράκοντος, ὅ ἐστι γέννημα τοῦ φυλασσομένου ὑπὸ τοῦ Ἐν γόνασι τῷ ποδί. ἄνθρωπος δὲ ἕστηκεν ἑκατέραις ταῖς χερσὶ καρτερῶς κατασφίγγων καὶ εἰς τὰ ὀπίσω ἕλκων ἀπὸ τοῦ Στεφάνου τὸν ὄφιν καὶ οὐκ ἐᾷ ἐφάπτεσθαι βιαζόμενον τοῦ Στεφάνου τὸ θηρίον· Ὀφιοῦχον δὲ αὐτὸν ὁ Ἄρατος καλεῖ, ὅτι κατέχει τὴν ὁρμὴν τοῦ ὄφεως ἐπὶ τὸν στέφανον ἐλθεῖν πειρωμένου. λόγος δέ, φησίν, ἐστὶ σχήματι ἀνθρώπου ὁ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸ θηρίον, οἰκτείρων τὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ δράκοντος ὁμοῦ καὶ τοῦ γεννήματος ἐκείνου.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
