Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 48
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 48.3
Not analysed yet
αἴ τε δυνάμεις πᾶσαι εἰς συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφ᾿ οὑ προεβλήθησαν. ἡ δὲ δόξα τῆς ἠχήσεως ἀνεπέμφθη πρὸς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἠχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γίνεσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς· τὴν δὲ ἀπόδειξιν <φέρει> ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ μήτρας προελθεῖν ἐπιβοᾷ ὁμοίως ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον.