Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 5.2
Not analysed yet
ἀλλ᾿ οὐδὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄφιν πάντη ὁ αὐτὸς φανήσεται ἀνίσχων ἀστήρ, ἀλλ’ ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὠροσκόπος ἡ ἐπαναφορὰ παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν ὄντων ἢ ταπεινοτέρων ἢ ὐψηλοτέρων, ὥστε καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴν φανήσεται ἡ προαγόρευσις, πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος.