# Refutatio Omnium Haeresium 5.3-9

Hippolytus, Refutatio Omnium Haeresium, 5.3 to 5.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/5.3

ματαία δὲ καὶ ἡ διὰ τῶν ὑ(δρι)ῶν νομιζομένη κατάληψις. οὐ γὰρ ὁμοίως ἀμφορεὺς τὸ (κάτω τρη)θεὶς ῥυήσεται πλήρης ὢν ὡς ἀπόκενος, αὐτοῦ τοῦ πόλου κατὰ ἐκείνων λόγον ἑνὶ ὁρμήματι ἰσοταχῶς φερομένου. εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾿ ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ᾿ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνφ γεννηθέντες οὐ τὸν αὐτὸν ἴζησαν βίον, ἀλλ᾿ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν , οἱ δὲ ἐν πέδαις κατεγήρασαν. οὐδεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλόαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ <ὁ> κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει. πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες ἐδυστύχησαν, ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐδὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς. εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριά- δες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾿ ἕν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν <ὁ> αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν <εἰ> τὸν ἐν τῇ κάλπῃ τοῦ ῾Υδροχόου γεννηθέντα ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνω διαφέροντας ἀλλήλων έπὶ τῇ κάλπῃ τοῦ ῾Υδροχόου γεγεννῆσθαι. οὐ γὰρ ἔστι λέγειν ὅτι δι᾿ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆνοι, πάντες οἱ ἐν τῇ νηΐ συναπολοῦνται. διὰ τί γὰρ ἡ τούτου εἰμαρμένη τὰς πάντων νικᾷ, ἀλλ᾿ οὐχὶ διὰ τὸν ἕνα, ᾧ εἵμαρται ἐπὶ γῆς τελευτᾶν, πάντες περισῴζονται;

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
