Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 51
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 51.11
Not analysed yet
ὁ γὰρ ἐγκέφαλος κύριον μέρος ὦν τοῦ παντὸς σώματος ἐπίκειται ἀτρεμὴς καὶ ἀκίνητος, ἐντὸς ἑαυτοῦ ἔχων τὸ πνεῦμα. ἔστι μὲν οὖν ἡ τοιαύτη ἱστορία οὐκ ἀπίθανος, μακρὰν δὲ τῆς τούτων ἐπιχειρήσεως. ὁ μὲν γὰρ ἐγκέφαλος f. 26r ἀνατμηθεὶς ἔνδον ἔχει τὸ καλούμενον καμάριον, |οὗ ἑκατέρωθεν ὑμένες εἰσὶ λεπτοί, οὓς πτερύγια προσαγορεύουσιν, ἠρέμα ὑπὸ τοῦ πνεύματος κινούμενα καὶ πάλιν ἀπελαύνοντα τὸ πνεῦμα ἐπὶ τὴν παρευκεφαλίδα·