Ancient Greek
51.13 to 51.14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 51.13-14
Not analysed yet
ἔστι δὲ τὸ σχῆμα τῆς παρεγκεφαλίδος ἐοικὸς κεφαλῇ δράκοντος, περὶ οὗ πολὺς ὁ λόγος τοῖς τῆς ψευδωνύμου γνώσεως« γίνεται, καθὼς ἐπιδείξομεν. ἕτεραι δὲ ἐκ τοῦ ἐγκεφάλου φύονται ἓξ συζυγίαι, αἳ περὶ τὴν κεφαλὴν διϊκνούμεναι συνέχουσι τὰ σώματα ἐν αὐτῇ περατούμεναι· ἡ δὲ ἑβδόμη ἐκ τῆς παρεγκεφαλίδος εἰς τὰ κάτω τοῦ λοιποῦ σώματος, καθὼς εἴπομεν. καὶ περὶ τούτου δὲ πολὺς ὁ λόγος, ὅθεν καὶ Σίμων καὶ Οὐαλεντῖνος εὑρεθήσονται καὶ ἐντεῦθεν ἀφορμὰς εἰληφότες, καὶ εἰ μὴ ὁμολογοῖεν, ὄντες ὄντες πρῶτον ψεῦσται, εἶτα αἱρετικοί. ἐπεὶ οὖν καὶ ταῦτα δοκεῖ ἱκανῶς ἡμᾶς ἐκτεθεῖσθαι, πάντα δὲ τὰ δοκοῦντα εἶναι τῆς ἐπιγείου φιλοσοφίας δόγματα περιείληπται ἐν τέσσαρσι βιβλίοις, δοκεῖ ἐπὶ τοὺς τούτων χωρεῖν μαθητάς, μᾶλλον δὲ κλεψιλογους.