Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 51
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 51.3
Not analysed yet
ῥυὲν τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμὴ μετὰ τὴν ῥύσιν, πέρας ἔχουσα σημεῖον, γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί, ἐπί- πεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα· στερεοῦ δὲ ὑπάρξαντος, οὕτως ἐξ ἐλαχίστου σημείου παντελῶς ἡ τοῦ μεγάλου σώματος ὑπέστη φύσις, καὶ τοῦτό ἐστιν ὃ λέγει Σίμων οὕτως· τὸ μικρὸν μέγα ἔσται, οἱονεὶ σημεῖον μεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ.