# Refutatio Omnium Haeresium 51.4-7

Hippolytus, Refutatio Omnium Haeresium, 51.4 to 51.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/51.4

τῆς δὲ ἀριθμητικῆς κατὰ σύνθεσιν ἐχούσης τὴν φιλοσοφίαν σοφίαν ἀριθμὸς γέγονεν ἀρχή, ὅπερ ἐστὶν ἀόριστον, ἀκατάληπτον, ἔχων ἐν ἐαυτῷ πάντας τοὺς ἐπ᾿ ἄπειρον ἐλθεῖν δυναμένους ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς τοὺς ἄλλους πάντας ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐφ’ ἄπασι δὲ τούτοις ἡ τετράς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς οὐτος καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστι. γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ του] γένους τέσσαρες ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος), ἀφ᾿ ὧν ὁ τέλειος αὐτοῖς ἀριθμὸς συνέστηκεν, ἡ δεκάς· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὡς προαποδέδεικται, ἐὰν ἐκάστῳ τῶν ἀριθμῶν φυλάττηται κατ’ οὐσίαν ὄνομα τὸ οἰκεῖον. αὕτη ἐστὶν ἡ κατὰ Πυθαγόραν ἱερὰ τετρακτὺς ἀεννάου φύσεως ῥιζώματ’ ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς· ὁ γὰρ ἕνδεκα καὶ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ τῶν δέκα λαμβάνουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
