Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 52
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 52.9
Not analysed yet
ἐπειδὴ δὲ ὁ δωδέκατος αἰὼν καταλείψας τοὺς ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο. ὁ γὰρ τύπος τῶν γραμμάτων διδάσκει· ἐνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, #x003E; κεῖσθαι αὐτὸ κατ᾿ εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος <κατὰ> τὴν παραύξησιν τῶν γραμμάτων αὐτῷ τῷ λ τὸν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν.