Ancient Greek · ~7 min
6.1 to 6.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 6.1-6
Not analysed yet
Πάνυ νομίζω πεπονημένως τὰ δόξαντα πᾶσι τοῖς καθ᾿ Ἕλληνάς τε καὶ βαρβάρους <φιλοσόφοις> περί τε τοῦ θείου καὶ τῆς κόσμου δημιουργίας ἐκτεθεῖσθαι ἐν ταῖς πρὸ ταύτης τέσσαρσι βίβλοις, ὧν οὐδὲ τὰ περίεργα παραλείψας οὐ τὸν τυχόντα πόνον ἀναδέδεγμαι τοῖς ἐντυγχάνουσι, προτρεπόμενος πολλοὺς πρὸς φιλομάθειαν καὶ ἀσφάλειαν τῆς περὶ τὴν ἀλήθειαν γνώσεως. περιλείπεται τοίνυν ἐπὶ τὸν τῶν αἱρέσεων ἔλεγχον ὁρμᾶν, οὗ) χάριν καὶ τὰ προειρημένα ἡμῖν ἐκτεθείμεθα· ἀφ᾿ ὡν τὰς ἀφορμὰς μετασχόντες οἱ αἱρεσιάρχαι δίκην παλαιορράφων συγ)καττύσαντες πρὸς τὸν ἔδιον νοῦν τὰ τῶν παλαιῶν σφάλματα ὡς καινὰ παρέθεσαν τοῖς πλανᾶσθαι δυναμένοις, |ὡς ἐν f. 27r τοῖς ἀκολούθοις δείξομεν. τὸ λοιπὸν προκαλεῖται ἡμᾶς ὁ χρόνος ἐπὶ τὴν τῶν προκειμένων πραγματείαν χωρεῖν, ἄρξασθαι δὲ ἀπὸ τῶν τετολμηκότων τὸν αἴτιον τῆς πλάνης γενόμενον ὄφιν ὑμνεῖν διά τινων ἐφηυρημένων κατ’ αὐτοῦ ἐνέργειαν λόγων. οἱ οὖν ἱερεῖς καὶ προστάται τοῦ δόγματος γεγένηνται πρῶτοι <οἱ> ἐπικληθέντες σηνοί, τῇ Ἑβραΐδι φωνῇ οὕτως ὠνομασμένοι· νάας δὲ ὁ ὄφις καλεῖται· μετὰ δὲ ταῦτα ἐπεκάλεσαν ἐαυτοὺς γνωστικούς, φάσκοντες μόνοι τὰ βάθη γινώσκειν· ἐξ ὡν ἀπομερισθέντες πολλοὶ πολυσχιδῆ τὴν αἵρεσιν ἐποίησαν <οὖσαν> μίαν, διαφόροις ὀνόμασι τὰ αὐτὰ ὡς διελέγξει προβαίνων ὁ λόγος. οὗτοι τῶν ἄλλων ἄλλων ἀπάντων †παρὰ τὸν αὐτῶν λόγον τιμῶσιν ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου. ἔστι δὲ ἄνθρωπος οὑτος ἀρσενόθηλυς, καλεῖται δὲ Ἀδάμας παρ’ αὐτοῖς. ὕμνοι δὲ εἰς αὐτὸν γεγόνασι πολλοὶ καὶ ποικίλοι· οἱ δὲ ὕμνοι, ὡς δι’ ὀλίγων εἰπεῖν, λέγονται παρ᾿ αὐτοῖς τοιοῦτόν τινα τρόπον· ἀπὸ σοῦ πατὴρ καὶ διὰ σὲ μήτηρ, τὰ δύο ἀθάνατα ὀνόματα, αἰώνων γονεῖς, πολῖτα οὐρανοῦ, μεγαλώνυμε ἄνθρωπε«. διαιροῦσι δὲ αὐτὸν ὡς Γηρυόνην τριχῇ· ἔστι γὰρ τούτου, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν, καὶ νομίζουσιν εἶναι τὴν γνῶσιν αὐτοῦ ἀρχὴν τοῦ δύνασθαι γνῶναι τὸν θεόν, λέγοντες οὕτως· »ἀρχὴ τελειώσεως γνῶσις ἀ(νθρώπου, θεοῦ δὲ) γνῶσις ἀπηρτισμένη τελείωσις‘.