Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.1-3
Not analysed yet
Ταῦτά ἐστιν ἀπὸ πολλῶν πάνυ λόγων τὰ κεφάλαια, ἅ φησι παραδεδωκέναι Μαριάμμῃ τὸν Ἰάκωβον τοῦ κυρίου τὸν ἀδελφόν. ἵν᾿ οὖν μήτε Μαριάμμης ἔτι καταψεύδωνται οἱ ἀσεβεῖς μήτε Ἰακώβου μήτε τοῦ σωτῆρος αὐτοῦ, ἔλθωμεν ἐπὶ τὰς τελετάς, ὅθεν αὐτοῖς οὗτος ὁ μῦθος, εἰ δοκεῖ, ἐπὶ τὰς βαρβαρικάς τε καὶ Ἑλληνικάς, καὶ ἴδωμεν ὡς τὰ κρυπτὰ καὶ ἀπόρρητα πάντων ὁμοῦ συνάγοντες οὗτοι μυστήρια τῶν ἐθνῶν καταψευδόμενοι τοῦ Χριστοῦ ἐξαπατῶσι τοὺς ταῦτα οὐκ εἰδότας τὰ τῶν ἐθνῶν ὄργια.