Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.18
Not analysed yet
τί δέ ἐστιν ἡ φυσικὴ κατ᾿ αὐτοὺς χρῆσις, ὕστερον ἐροῦμεν —ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι« —ἀσχημοσύνη δὲ ἐστιν ἡ πρώτη καὶ μακαρία κατ᾿ αὐτοὺς ἀσχημάτιστος οὐσία, ἡ πάντων σχημάτων τοῖς σχηματιζομένοις αἰτία —»καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἐαυτοῖς ἀπολαμβάνοντες. «