Ancient Greek
7.21 to 7.25
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.21-25
Not analysed yet
τοῦτο δὲ οὐκ ἔστιν Χριστοῦ, ἀλλὰ Ἱπποκράτους λέγοντος· »ἑπτὰ ἐτῶν παῖς πατρὸς ἥμισυ«· ὅθεν οὗτοι τὴν ἀρχέγονον φύσιν τῶν ὅλων ἐν ἀρχεγόνῳ τιθέμενοι σπέρματι, τὸ Ιπποκράτειον ἀκηκοότες, ὅτι ἔστιν ἥμισυ πατρὸς παιδίον ἑπτὰ ἐτῶν, ἐν τοῖς τέσσαρσι <καὶ δέκα> φασὶν ἔτεσι, κατὰ τὸν Θωμᾶν, εἶναι φανερούμενον. οὗτός ἐστιν ὁ ἀπόρρητος αὐτοῖς λόγος καὶ μυστικός. λέγουσι γοῦν, ὅτι Αἰγύπτιοι, πάντων ἀνθρώπων μετὰ τοὺς Φρύγας ἀρχαιότεροι καθεστῶτες καὶ πᾶσι τοῖς ἄλλοις ἀνθρώποις ὁμολογου- μένως τελετὰς καὶ ὄργια θεῶν πάντων ὁμοῦ μετ᾿ αὐτοὺς πρῶτον κατηγγελκότες <καὶ> ἰδέας καὶ ἐνεργείας, ἱερὰ καὶ σεβάσμια καὶ τοῖς μὴ τετελεσμένοις τὰ Ισιδος ἔχουσι μυστήρια· τὰ δ εἰσὶν οὐκ ἄλλο τι ἢ ἡρπασμένον καὶ ζητούμενον ὑπὸ τῆς ἑπταστόλου καὶ μελανείμονος αἰσχύνη Ὀσίριδος. Ὄσιριν δὲ λέγουσιν ὕδωρ. ἡ δὲ φύσις ἐπτάστολος, περὶ αὑτὴν ἔχουσα καὶ ἐστολισμένη ἑπτά στολὰς αἰθερίους —τοὺς πλάνητας γὰρ ἀστέρας οὕτω προσαγορεύουσιν ἀλληγοροῦντες καὶ αἰθερίους καλοῦντες †καθὼς —,ἡ μεταβλητὴ γένεσις, ὑπὸ τοῦ ἀρρήτου καὶ ἀνεξεικονίστου καὶ ἀνεννοήτου καὶ ἀμόρφου μεταμορφουμένη κτίσις ἀναδείκνυται· καὶ τοῦτό ἐστι τὸ εἰρημένον, φησίν, ἐν τῇ γραφῇ· »ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται«. αὐται γὰρ αἱ πτώσεις, φησίν, αἱ τῶν ἄστρων μεταβολαὶ ὑπὸ τοῦ πάντα κινοῦντος κινούμεναι. Λέγουσιν οὖν περὶ τῆς τοῦ σπέρματος οὐσίας, ἥτις ἐστὶ πάντων τῶν γινομένων αἰτία, ὅτι τούτων ἔστιν οὐδέν, γεννᾷ δὲ καὶ ποιεῖ πάντα τὰ γινόμεναι λέγοντες οὕτως· »γίνομαι ὃ θέλω καὶ εἰμὶ ὃ εἰμί«. διὰ τοῦτό φησι ἀκίνητον εἶναι τὸ πάντα κινοῦν· μένει γὰρ ὅ ἐστι ποιοῦν τὰ πάντα καὶ οὐδὲν τῶν γινομένων γίνεται.