Ancient Greek
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.29
Not analysed yet
τοὺς γοῦν Ἑρμᾶς, φησί, παρ’ αὐτοῖς τοιούτῳ τετιμημένους σχήματι θεωροῦμεν. Κυλλήνιοι δὲ διαφερόντως τιμῶντες ***λόγον. φησὶ γάρ· Ἑρμῆς ἐστι λόγος. <ὃς> ἑρμηνεὺς ὢν καὶ δημιουργὸς τῶν ὁμοῦ καὶ γινομένων καὶ ἐσομένων παρ’ αὐτοῖς τιμώμενος ἕστηκε τοιούτῳ τινὶ κεχαρακτηρισμένος σχήματι, ὅπερ ἐστὶν αἰσχύνη ἀνθρώπου, ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ὁρμὴν ἔχων.