Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.32
Not analysed yet
οὗτος, φησίν, ἐστὶν ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου μόνος ἔχων ἐΜ σίαν. περὶ τούτου, φησί, γέγραπται· »ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ‘. ὁ δὲ ποιητής, φησί, κοσμῆσαι βουλόμενος τὸ ἀπερινόητον τῆς μακαρίας φύσεως τοῦ λόγου, οὐ σιδηρᾶν, ἀλλὰ χρυσῆν περιέθηκε τὴν ῥάβδον αὐτῷ. θέλγει δὲ τὰ ὄμματα τῶν νεκρῶν, ὥς φησι, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει, τοὺς ἐξυπνισμένους μένους καὶ γεγονότας μνηστῆρας.