Ancient Greek · ~2 min
7.6 to 7.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.6-7
Not analysed yet
ἀλλ᾿ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων <μέν>, θητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ τριῶν· εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα. τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν, ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.