Ancient Greek
8.11 to 8.13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.11-13
Not analysed yet
ἀνέμους δὲ γίνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου καὶ τῶν ἐκκαιομένων πρὸς τὸν πόλον ὑποχωρούντων καὶ ἀποφερομένων. βροντὰς δὲ καὶ ἀστραπὰς ἀπὸ θερμοῦ γίνεσθαι ἐμπίπτοντος εἰς τὰ νέφη. σεισμοὺς δὲ γίνεσθαι τοῦ ἄνωθεν ἀέρος εἰς τὸν ὑπὸ γῆς ἐμπίπτοντος· τούτου γὰρ κινουμένου καὶ τὴν ὀχουμένην γῆι, ὑπ' αὐτοῦ σαλεύεσθαι. ζῷα δὲ τὴν μὲν ἀρχὴν ἐν ὑγρῶ γενέσθαι, μετὰ ταῦτα δὲ ἐξ ἀλλήλων, καὶ ἄρρενας μὲν γίνεσθαι, ὂταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀποκριθὲν τὸ σπέρμα τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κολληθῇ, τὰ δὲ θήλεα κατά τοὐναντίον. οὖτος ἤκμασεν ἔτους πρώτου τῆς ὀγδοηκοστῆς ὀγδόης ὀλυμπιάδος, καθ' ὂν καιρὸν καὶ Πλάτωνα λέγουσι γεγενῆσθαι. τοῦτον λέγουσι καὶ προγνωστικὸν γεγονέναι.