Ancient Greek
8.13 to 8.17
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.13-17
Not analysed yet
Τοῦτον, φησί, Θρᾷκες οἱ περὶ τὸν Αἷμον οἰκοῦντες Κορύβαντα καλοῦσι καὶ Θρᾳξὶν οἱ Φρύγες παραπλησίως, ὅτι ἀπὸ τῆς κορυφῆς ἄνωθεν καὶ ἀπὸ τοῦ ἀχαρακτηρίστου ἐγκεφάλου τὴν ἀρχὴν τῆς καταβάσεως λαμβάνων καὶ πάσας τὰς τῶν ὑποκειμένων διερχόμενος ἀρχὰς πῶς καὶ τίνα τρόπον κατέρχεται, οὐ νοοῦμεν. τοῦτ᾿ ἔστι, φησί, τὸ εἰρημένον· »φωνὴν μὲν αὐτοῦ ἠκούσαμεν, εἶδος δὲ αὐτοῦ οὐχ ἑωράκαμεν«. άοιτετανλεβιτ γάρ, φησίν, αὐτοῦ καὶ <κε>χαρακτηρισμένου ἀκούεται φωνή, τὸ δὲ εἲδος τὸ κατελθὸν ἄνωθεν ἀπὸ τοῦ ἀχαρακτηρίστου ὁποῖόν ἐστιν εἶδεν οὐδείς. ἔστι δὲ ἐν τῷ πλάσματι τῷ χοϊκῷ, γινώσκει δὲ αὐτὸ οὐδείς. οὑτος, φησίν, ἐστὶν »ὁ τὸν κατακλυσμὸν οἰκιῶν θεὸς‘ κατὰ τὸ ψαλτήριον καὶ φθεγγόμενος <καὶ> κεκραγὼς ἀπὸ »ὑδάτων πολλῶν«. ὕδατα, φησίν, ἐστὶ πολλὰ ἡ πολυσχιδὴν τῶν θνητῶν γένεσις ἀνθρώπων, ἀφ᾿ ἧς βοᾷ βοᾷ κέκραγε πρὸς τὸν ἀχαρακτήριστον ἄνθρωπον, »ῥῦσαι« λέγων »ἀπὸ λεόντων τὴν μονογενῆ μου«. πρὸς τοῦτον, φησίν, ἐστὶ εἰρημένον· »παῖς μου εἶ σὺ Ἰσραὴλ, μὴ φοβοῦ· ἐὰν διὰ ποταμῶν διέλθῃς, οὐ μή σε συγκλύσωσιν, ἐὰν διὰ πυρὸς διέλθῃς, οὐ μή σε συγκαύσει«. ποταμούς, φησί, λέγει τὴν ὑγρὰν τῆς γενέσεως οὐσίαν, πῦρ δὲ τὴν ἐπὶ τὴν γένεσιν ὁρμὴν καὶ ἐπιθυμίαν· »σὺ ἐμὸς εἶ, μὴ φοβοῦ«. καὶ πάλιν, φησίν, »εἰ ἐπιλήσεται μήτηρ τῶν τέκνων αὐτῆς μὴ ἐλεῆσαι μηδὲ ἐπιδοῦναι μαστόν, κἀγὼ ἐπιλήσομαι ὑμῶν«, ὁ Ἀδάμας, φησί, λέγει πρὸς τοὺς ἰδίους ἀνθρώπους· »ἀλλὰ εἰ καὶ ἐπιλήσεται ταῦτα γυνή, ἀλλ ἐγὼ οὐκ ἐπιλήσομαι ὑμῶν. ἐπὶ τῶν χειρῶν μου ἐξωγράφηκα ὑμᾶς«.