Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.2-3
Not analysed yet
συναθροίσας γὰρ εἰς ἕνα καὶ τὸν αὐτὸν τὸν οἰκίσκον ὄρνιθας πλείστους ψιττακοὺς κατέκλεισεν· εἰσὶ δὲ πλεῖστοι κατὰ τὴν Λιβύην ψιττακοὶ καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρνεις ἐδίδαξε λἐrειν· Ἄψεθος θεός ἐστιν. ὡς δὲ ἤσκησαν οἱ ὅρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον, ὅπερ ᾤετο [τὸ] λεχθὲν θεὸν θεὸν ποιήσειν τὸν Ἄφεθον, τότε όνοίζας τὸ δόκημα εἴασεν ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς.