Ancient Greek
BIBAION Ε΄, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.22
Not analysed yet
Τὸν αὐτὸν δὲ τοῦτον, φησί, Φρύγες καὶ Πάπαν καλοῦσιν, ὅτι πάντα ἔπαυσεν ἀτάκτως καὶ πλημμελῶς πρὸ τῆς ἑαυτοῦ φανερώσεως κεκινημένα. τὸ γὰρ ὄνομα, φησί, τοῦ πάπα πάντων ὁμοῦ ἐστι τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων‘ λεγόντων· παῦε παῦε τὴν ἀσυμφωνίαν τοῦ κόσμου καὶ ποίησον »εἰρήνην τοῖς μακράν«, τουτέστι τοῖς ὑλικοῖς καὶ χοϊκοῖς, καὶ »εἰρήνην τοῖς ἐγγύς«, τούτεστι τοῖς πνευματικοῖς καὶ νοεροῖς τελείοις ἀνθρώποις, λέγουσι δὲ οἱ Φρύγες τὸν αὐτὸν τοῦτον καὶ νέκυν, οἱονεὶ ἐν μνήματι καὶ τάφῳ ἐγκατωρυγμένον ἐν τῷ σώματι.