# Refutatio Omnium Haeresium 8.23-26

Hippolytus, Refutatio Omnium Haeresium, 8.23 to 8.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/8.23

τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »τάφοι ἐστὲ κεκονιαμένοι, γέμοντες«, φησίν, »ἔσωθεν ὀστέων νεκρῶν«, ὅτι οὐκ ἔστιν ἐν ὑμῖν ἄνθρωπος ὁ ζῶν· καὶ πάλιν, φησίν, »ἐξαλοῦνται ἐκ τῶν μνημείων οἱ νεκροί«, τουτέστιν ἐκ τῶν σωμάτων τῶν χοϊκῶν, ἀναγεννηθέντες πνευματικοί, οὐ σαρκικοί. αὕτη, φησίν, ἐστὶν ἡ ἀνάστασις ἡ διὰ τῆς πύλης γινομένη τῶν οὐρανῶν, δι᾿ ἧς οἱ μὴ εἰσελθόντες, φησί, πάντες μένουσι νεκροί. οἱ δὲ αὐτοί, φησί, Φρύγες τὸν αὐτὸν τοῦτον πάλιν ἐκ μεταβολῆς λέγουσι θεόν. γίνεται γάρ, φησί, θεός, ὅταν ἐκ νεκρῶν ἀναστὰς διὰ τῆς τοιαύτης πύλης εἰσελεύσεται εἰς τὸν οὐρανόν. ταύτην, φησί, τὴν πύλην Παῦλος οἶδεν ὁ ἀπόστολος, παρανοίξας ἐν μυστηρίῳ κοὶ εἰπὼν »ἡρπάσθαι ὑπὸ ἀγγέλου καὶ γεγονέναι ἕως δευτέρου καὶ τρίτου οὐρανοῦ εἰς τὸν παράδεισον αὐτόν, καὶ ἐωρακέναι ἃ ἑώρακε, καὶ ἀκηκοέναι ῥήματα ἄρρητα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«. ταῦτά ἐστι, φησί, τὰ ἄρρητα ὑπὸ πάντων λεγόμενα μυστήρια, »ἃ <καὶ λαλοῦμεν> οὐκ έν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί«. καὶ ταῦτα, φησίν, ἐστὶ τὰ τοῦ πνεύματος ἄρρητα μυστήρια, ἂ ἡμεῖς ἴσμεν μόνοι.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
