Ancient Greek
BIBAION Ε΄, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.27
Not analysed yet
περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· »οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μή τινα ἐλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος«. πάνυ γάρ, φησί, δύσκολόν ἐστι παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα τοῦτο καὶ ἄρρητον μυστήριον. καὶ πάλιν, φησίν. εἴρηκεν ὁ σωτήρ· »οὐ πᾶς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ έν τοῖς οὐρανοῖς«.