Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.29
Not analysed yet
καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »ἐξῆλθεν ὁ σπείρων τοῦ σπειραι· κοὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη καὶ ἐξανέτειλε«, φησί, »καὶ διὰ τὸ μὴ ἔχειν βάθος ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε, φησίν, ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ὁ ἔχων«, φησίν, »ὠτα ἀκούειν ἀκουέτω«. τοῦτ᾿ ἔστι, φησίν· οὐδεὶς τούτων τῶν μυστηρίων ἀκροατὴς γέγονεν εἰ μὴ μόνοι <οἱ> γνωστικοὶ τέλειοι.