Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.7-2
Not analysed yet
ἤρκει μόνον νοηθὲν ἀνθρώποις τὸ τοῦ Ἀνακρέοντος ποτήριον ἀλάλως λαλοῦν μυστήριον ἄρρητον. ἄλαλον γάρ, φησί, τὸ Ἀνακρέοντος φησὶ] ποτήριον, ὅπερ αὐτῷ, φησὶν Ἀνακρέων, λαλεῖ ἀλάλῳ φθέγματι, ποδαπὸν αὐτὸν δεῖ γενέσθαι, τουτέστι πνευματικόν, οὐ σαρκικόν, ἐὰν ἀκούσῃ τὸ κεκρυμμένον μυστήριον ἐν σιωπῇ· καὶ τοῦτό ἐστι τὸ ὕδωρ τὸ ἐν τοῖς καοῖς ἐκείνοις γάμοις, ὃ στρέψας ὁ Ἰησοῦς ἐποίησεν οἶνον. αὕτη, φησίν, ἐστὶν ἡ μεγάλη καὶ ἀληθινὴ »ἀρχὴ τῶν σημείων‘, ἣν ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε« τὴν βασιλείαν τῶν οὐρανῶν.