Ancient Greek
BIBAION Ε΄, Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.20
Not analysed yet
εἰ δέ τις, φησίν, ἐστὶ τυφλὸς ἐκ γενετῆς καὶ μὴ τεθεαμένος »φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, δι᾿ ἡμῶν ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου παμφύτου καὶ πολυσπερμάτου ὗδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν καὶ τῶν σπερμάτων καὶ ὄψεται, ὄτι ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οὖνον καὶ τῶν ἄλλων καὶ γένος ἕκαστον φυτῶν.