Ancient Greek · ~5 min
9.5 to 9.8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.5-3-8
Not analysed yet
ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι στερέωμα οὐρανοῦ κάτωθεν »καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός, καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν, ὃ ἦν ὑπεράνω τοῦ στερεώματος, καὶ τὸ σκότος ἐκάλεσε νύκτα«. πασῶν οὖν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων ἐν τούτῳ τῶ κατωτάτω σκότῳ, καὶ αὐτοῦ τοῦ τοιούτου αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον· ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὑ λέγει Μωϋσῆς· »ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «. τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος —βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ —,βάτον δέ, φησίν, εἴρηκεν Μωϋσῆς, ὄτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα. οὐδὲν δὲ ἠττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται· φωνὴ γὰρ ἐστι σημαντικὴ τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος οὐ γνωρίζεται. οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου, τουτέστιν ἀέρος, νομο- θετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.