# Fragmenta 5-6

Hippys Rheginus, Fragmenta, 5 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippys-rheginus/fragmenta/5

Ἵππυς (codd. Ἵππων) δὲ ὁ Ῥηγῖνος [περὶ τῶν λεγομένων τόπων φθείρειν τὰ ἐμπίπτοντα] τοιοῦτόν τι γράφει· φησὶν ἐν Ἀθήναις ἐπὶ βασιλέως Ἐπαινέτου (Ὀλυμπιάδος ἕκτης καὶ τριακοστῆς, ἐν ἧ Ἀρυτάμας Λάκων νικᾷ στάδιον) τῆς Σικελίας ἐν Παλίκοις οἰκοδομηθῆναι τόπον, εἰς ὃν ὅστις ἂν εἰσέλθῃ, εἰ μὲν κατακλιθείη, ἀποθνήσκειν, εἰ δὲ περιπατοίη, οὐδὲν πάσχειν. Ἵππυς δὲ ὁ Ῥηγῖνος (οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος) ἱστορεῖ δόξαν εἶναι ταύτην Πέρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας, ἁπτομένους δ ̓ ὰλλήλων κατὰ στοιχεῖον· ὅ τι δὴ τοῦτ ̓ ἐστὶ, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν, μηδ ̓ ἄλλην τινὰ πιθανότητα προσάπτων.

---

HIPPYS RHEGINUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1438.tlg003.local002/.
